User Tools

Site Tools


luciangreek:adversusindoctum

Lucian. Works. with an English Translation by. A. M. Harmon. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1921. 3.

Remarks Addressed to an Illiterate Book-Fancier | Adversus Indoctum et Libros Multos Ementem

In English: http://lucianofsamosata.info/RemarksOfIlliterateBookFancier.html

καὶ μὴν ἐναντίον ἐστὶν οὗ ἐθέλεις ὃ νῦν ποιεῖς. οἴει μὲν γὰρ ἐν παιδείᾳ καὶ αὐτὸς εἶναί τις δόξειν σπουδῇ συνωνούμενος τὰ κάλλιστα τῶν βιβλίων: τὸ δέ σοι περὶ τὰ κάτω χωρεῖ, καὶ ἔλεγχος γίγνεται τῆς ἀπαιδευσίας πως τοῦτο. μάλιστα δὲ οὐδὲ τὰ κάλλιστα ὠνῇ, ἀλλὰ πιστεύεις τοῖς ὡς ἔτυχεν ἐπαινοῦσι καὶ ἕρμαιον εἶ τῶν τὰ τοιαῦτα ἐπιψευδομένων τοῖς βιβλίοις καὶ θησαυρὸς ἕτοιμος τοῖς καπήλοις αὐτῶν. ἢ πόθεν γάρ σοι διαγνῶναι δυνατόν, τίνα μὲν παλαιὰ καὶ πολλοῦ ἄξια, τίνα δὲ φαῦλα καὶ ἄλλως σαπρά, εἰ μὴ τῷ διαβεβρῶσθαι καὶ κατακεκόφθαι αὐτὰ τεκμαίροιο καὶ συμβούλους τοὺς σέας ἐπὶ τὴν ἐξέτασιν παραλαμβάνοις; ἐπεὶ τοῦ ἀκριβοῦς ἢ ἀσφαλοῦς ἐν αὐτοῖς τίς ἢ ποία διάγνωσις;

[2] ἵνα δέ σοι δῶ αὐτὰ ἐκεῖνα κεκρικέναι, ὅσα ὁ Καλλῖνος εἰς κάλλος ἢ ὁ ἀοίδιμος Ἀττικὸς σὺν ἐπιμελείᾳ τῇ πάσῃ ἔγραψαν,^ σοὶ τί ὄφελος, ὦ [p. 176] θαυμάσιε, τοῦ κτήματος οὔτε εἰδότι τὸ κάλλος αὐτῶν οὔτε χρησομένῳ ποτὲ οὐδὲν μᾶλλον ἢ τυφλὸς ἄν τις ἀπολαύσειε κάλλους παιδικῶν; σὺ δὲ ἀνεῳγμένοις μὲν τοῖς ὀφθαλμοῖς ὁρᾷς τὰ βιβλία, καὶ νὴ Δία κατακόρως, καὶ ἀναγιγνώσκεις ἔνια πάνυ ἐπιτρέχων, φθάνοντος τοῦ ὀφθαλμοῦ τὸ στόμα: οὐδέπω δὲ τοῦτό μοι ἱκανόν, ἢν μὴ εἰδῇς τὴν ἀρετὴν καὶ κακίαν ἑκάστου τῶν ἐγγεγραμμένων καὶ συνίῃς ὅστις μὲν ὁ νοῦς σύμπασιν, τίς δὲ ἡ τάξις τῶν ὀνομάτων, ὅσα τε πρὸς τὸν ὀρθὸν κανόνα τῷ συγγραφεῖ ἀπηκρίβωται καὶ ὅσα κίβδηλα καὶ νόθα καὶ παρακεκομμένα.

[3] τί οὖν; φὴς καὶ ταὐτὰ μὴ μαθὼν ἡμῖν εἰδέναι; πόθεν, εἰ μή ποτε παρὰ τῶν Μουσῶν κλῶνα δάφνης καθάπερ ὁ ποιμὴν ἐκεῖνος λαβών; Ἑλικῶνα μὲν γάρ, ἵνα διατρίβειν αἱ θεαὶ λέγονται, οὐδὲ ἀκήκοας οἶμαί ποτε, οὐδὲ τὰς αὐτὰς ^ διατριβὰς ἡμῖν ἐν παισὶν ἐποιοῦ: σοὶ καὶ μεμνῆσθαι Μουσῶν ἀνόσιον. ἐκεῖναι γὰρ ποιμένι μὲν οὐκ ἂν ὤκνησαν φανῆναι σκληρῷ ἀνδρὶ καὶ δασεῖ καὶ πολὺν τὸν ἥλιον ἐπὶ τῷ σώματι ἐμφαίνοντι, οἵῳ δὲ σοὶ — καί μοι πρὸς τῆς Λιβανίτιδος ἄφες ἐν τῷ παρόντι τὸ μὴ σύμπαντα σαφῶς εἰπεῖν — οὐδὲ ἐγγὺς γενέσθαι ποτ᾽ ἂν εὖ οἶδ᾽ ὅτι ἠξίωσαν, ἀλλ᾽ ἀντὶ τῆς δάφνης μυρρίνῃ ἂν ἢ καὶ μαλάχης φύλλοις μαστιγοῦσαι ἀπήλλαξαν ἂν τῶν τοιούτων, ὡς μὴ [p. 178] μιᾶναι μήτε τὸν Ὀλμειὸν μήτε τὴν τοῦ Ἵππου κρήνην, ἅπερ ἢ ποιμνίοις διψῶσιν ἢ ποιμένων στόμασι καθαροῖς πότιμα. καίτοι οὐδέ, εἰ καὶ πάνυ ἀναίσχυντος εἶ καὶ ἀνδρεῖος τὰ τοιαῦτα, τολμήσειας ἄν ποτε εἰπεῖν ὡς ἐπαιδεύθης ἢ ἐμέλησέ σοι πώποτε τῆς ἐν χρῷ πρὸς τὰ βιβλία συνουσίας ἢ ὡς διδάσκαλός σοι

[4] ὁ δεῖνα ἢ τῷ δεῖνι συνεφοίτας. ἀλλ᾽ ἑνὶ τούτῳ μόνῳ πάντα ἐκεῖνα ἀναδραμεῖσθαι νῦν ἐλπίζεις, τῷ κτᾶσθαι πολλὰ βιβλία. κατὰ δὴ ταῦτα, ἐκεῖνα ἔχε συλλαβὼν τὰ τοῦ Δημοσθένους ὅσα τῇ χειρὶ τῇ αὑτοῦ ὁ ῥήτωρ ἔγραψε, καὶ τὰ τοῦ Θουκυδίδου ὅσα παρὰ τοῦ Δημοσθένους καὶ αὐτὰ ὀκτάκις μεταγεγραμμένα εὑρέθη, καὶ ὅλως ἅπαντα ἐκεῖνα ὅσα ὁ Σύλλας Ἀθήνηθεν εἰς Ἰταλίαν ἐξέπεμψε: τί ἂν πλέον ἐκ τούτου εἰς παιδείαν κτήσαιο, κἂν ὑποβαλόμενος αὐτὰ ἐπικαθεύδῃς ἢ συγκολλήσας καὶ περιβαλόμενος περινοστῇς; πίθηκος γὰρ ὁ πίθηκος, ἡ παροιμία φησί, κἂν χρύσεα ἔχῃ σύμβολα. καὶ σὺ τοίνυν βιβλίον μὲν ἔχεις ἐν τῇ χειρὶ καὶ ἀναγιγνώσκεις ἀεί, τῶν δὲ ἀναγιγνωσκομένων οἶσθα οὐδέν, ἀλλ᾽ ὄνος λύρας ἀκούεις κινῶν τὰ ὦτα. ὡς εἴ γε τὸ κεκτῆσθαι τὰ βιβλία καὶ πεπαιδευμένον ἀπέφαινε τὸν ἔχοντα, πολλοῦ ἂν ὡς ἀληθῶς τὸ κτῆμα ἦν ἄξιον καὶ μόνων ὑμῶν τῶν πλουσίων, εἰ ὥσπερ ἐξ ἀγορᾶς ἦν πριάσθαι τοὺς [p. 180] πένητας ἡμᾶς ὑπερβάλλοντας. τίς δὲ τοῖς ἐμπόροις καὶ τοῖς βιβλιοκαπήλοις ἤρισεν ἂν περὶ παιδείας τοσαῦτα βιβλία ἔχουσι καὶ πωλοῦσιν; ἀλλ᾽ εἴ γε διελέγχειν ἐθέλεις, ὄψει μηδ᾽ ἐκείνους πολύ σου τὰ εἰς παιδείαν ἀμείνους; ἀλλὰ βαρβάρους μὲν τὴν φωνὴν ὥσπερ σύ, ἀξυνέτους δὲ τῇ γνώσει, οἵους εἰκὸς εἶναι τοὺς μηδὲν τῶν καλῶν καὶ αἰσχρῶν καθεωρακότας. καίτοι σὺ μὲν δύο ἢ τρία παρ᾽ αὐτῶν ἐκείνων πριάμενος ἔχεις, οἱ δὲ νύκτωρ καὶ μεθ᾽ ἡμέραν διὰ χειρὸς ἔχουσιν αὐτά.

[5] τίνος οὖν ἀγαθοῦ ὠνῇ ταῦτα, εἰ μὴ καὶ τὰς ἀποθήκας αὐτὰς τῶν βιβλίων ἡγῇ πεπαιδεῦσθαι τοσαῦτα περιεχούσας παλαιῶν ἀνδρῶν συγγράμματα; καί μοι, εἰ δοκεῖ, ἀπόκριναι: μᾶλλον δέ, ἐπεὶ τοῦτό σοι ἀδύνατον, ἐπίνευσον γοῦν ἢ ἀνάνευσον πρὸς τὰ ἐρωτώμενα. εἴ τις αὐλεῖν μὴ ἐπιστάμενος κτήσαιτο τοὺς Τιμοθέου αὐλοὺς ἢ τοὺς Ἰσμηνίου, οὓς ἑπτὰ ταλάντων ὁ Ἰσμηνίας ἐν Κορίνθῳ ἐπρίατο, ἆρ᾽ ἂν διὰ τοῦτο καὶ αὐλεῖν δύναιτο, ἢ οὐδὲν ὄφελος αὐτῷ τοῦ κτήματος οὐκ ἐπισταμένῳ χρήσασθαι κατὰ τὴν τέχνην; εὖ γε ἀνένευσας: οὐδὲ γὰρ τοὺς Μαρσύου ἢ Ὀλύμπου κτησάμενος αὐλήσειεν ἂν μὴ μαθών. τί δ᾽ εἴ τις τοῦ Ἡρακλέους τὰ τόξα κτήσαιτο μὴ Φιλοκτήτης ὢν ὡς δύνασθαι ἐντείνασθαί τε αὐτὰ καὶ ἐπίσκοπα τοξεῦσαι; τί σοι καὶ οὗτος δοκεῖ; ἆρ᾽ ἂν ἐπιδείξασθαί τι ἔργον τοξότου ἄξιον; ἀνένευσας καὶ τοῦτο. κατὰ ταὐτὰ δὴ καὶ ὁ κυβερνᾶν οὐκ εἰδὼς καὶ ἱππεύειν μὴ μεμελετηκὼς εἰ ὁ μὲν ναῦν καλλίστην παραλάβοι, τοῖς πᾶσι καὶ εἰς κάλλος καὶ εἰς ἀσφάλειαν [p. 182] κάλλιστα ἐξειργασμένην, ὁ δὲ ἵππον κτήσαιτο Μῆδον ἢ κενταυρίδην ἢ κοππαφόρον, ἐλέγχοιτο ἄν, οἶμαι, ἑκάτερος οὐκ εἰδὼς ὅ τι χρήσαιτο ἑκατέρῳ, ἐπινεύεις καὶ τοῦτο; πείθου δὴ καὶ τοῦτό μοι ἐπίνευσον εἴ τις ὥσπερ σὺ ἀπαίδευτος ὢν ὠνοῖτο πολλὰ βιβλία, οὐ σκώμματα οὗτος εἰς ἀπαιδευσίαν καθ᾽ ἑαυτοῦ ἐκφέροι; τί ὀκνεῖς καὶ τοῦτο ἐπινεύειν; ἔλεγχος γάρ, οἶμαι, σαφὴς οὗτος, καὶ τῶν ὁρώντων ἕκαστος εὐθὺς τὸ προχειρότατον ἐκεῖνο ἐπιφθέγγεται, ‘τί κυνὶ καὶ βαλανείῳ;’

[6] καὶ ἐγένετό τις οὐ πρὸ πολλοῦ ἐν Ἀσίᾳ πλούσιος ἀνὴρ ἐκ συμφορᾶς ἀποτμηθεὶς τοὺς πόδας ἀμφοτέρους, ἀπὸ κρύους, οἶμαι, ἀποσαπέντας ἐπειδή ποτε διὰ χιόνος ὁδοιπορῆσαι συνέβη αὐτῷ. οὗτος τοίνυν τοῦτο μὲν ἐλεεινὸν ἐπεπόνθει, καὶ θεραπεύων τὴν δυστυχίαν ξυλίνους πόδας πεποίητο, καὶ τούτους ὑποδούμενος ἐβάδιζεν ἐπιστηριζόμενος ἅμα τοῖς οἰκέταις. ἐκεῖνο δὲ γελοῖον ἐποίει, κρηπῖδας γὰρ καλλίστας ἐωνεῖτο νεοτμήτους ἀεί, καὶ τὴν πλείστην πραγματείαν περὶ ταύτας εἶχεν, ὡς καλλίστοις ὑποδήμασι κεκοσμημένα εἴη αὐτῷ τὰ ξύλα.^ οὐ ταὐτὰ οὖν καὶ σὺ ποιεῖς χωλὴν μὲν ἔχων καὶ συκίνην τὴν γνώμην, ὠνούμενος δὲ χρυσοῦς ἐμβάτας, οἷς μόλις ἄν τις καὶ ἀρτίπους ἐμπεριπατήσειεν;

[7] ἐπεὶ δὲ ἐν τοῖς ἄλλοις καὶ τὸν Ὅμηρον ἐπρίω πολλάκις, ἀναγνώτω σοί τις αὐτοῦ λαβὼν τὴν δευτέραν τῆς Ἰλιάδος ῥαψῳδίαν, ἧς τὰ μὲν ἄλλα [p. 184] μὴ ἐξετάζειν οὐδὲν γὰρ αὐτῶν πρὸς σέ: πεποίηται δέ τις αὐτῷ δημηγορῶν παγγέλοιος ἄνθρωπος, διάστροφος τὸ σῶμα καὶ λελωβημένος. ἐκεῖνος τοίνυν ὁ Θερσίτης ὁ τοιοῦτος εἰ λάβοι τὴν ' Ἀχιλλέως πανοπλίαν, οἴει ὅτι αὐτίκα διὰ τοῦτο καὶ καλὸς ἅμα καὶ ἰσχυρὸς ἂν γένοιτο, καὶ ὑπερπηδήσεται μὲν τὸν ποταμόν, ἐπιθολώσει δὲ αὐτοῦ τὸ ῥεῖθρον τῷ φόνῳ τῶν Φρυγῶν, ἀποκτενεῖ δὲ τὸν Ἕκτορα καὶ πρὸ αὐτοῦ τὸν Λυκάονα καὶ τὸν Ἀστεροπαῖον, μηδὲ φέρειν ἐπὶ τῶν ὤμων τὴν μελίαν δυνάμενος; οὐκ ἂν εἴποις: ἀλλὰ καὶ γέλωτα ἂν ὀφλισκάνοι χωλεύων ὑπὸ τῇ ἀσπίδι καὶ ἐπὶ στόμα καταπίπτων ὑπὸ τοῦ βάρους καὶ ὑπὸ τῷ κράνει ὁπότε ἀνανεύσειε δεικνὺς τοὺς παραβλῶπας ἐκείνους αὑτοῦ ὀφθαλμοὺς καὶ τὸν θώρακα ἐπαίρων τῷ τοῦ μεταφρένου κυρτώματι καὶ τὰς κνημῖδας ἐπισυρόμενος, καὶ ὅλως αἰσχύνων ἀμφοτέρους, καὶ τὸν δημιουργὸν αὐτῶν καὶ τὸν δεσπότην. τὸ αὐτὸ δὴ καὶ σὺ πάσχων οὐχ ὁρᾷς, ὁπόταν τὸ μὲν βιβλίον ἐν τῇ χειρὶ ἔχῃς πάγκαλον, πορφυρᾶν μὲν ἔχον τὴν διφθέραν, χρυσοῦν δὲ τὸν ὀμφαλόν, ἀναγιγνώσκῃς δὲ αὐτὸ βαρβαρίζων καὶ καταισχύνων καὶ διαστρέφων, ὑπὸ μὲν τῶν πεπαιδευμένων καταγελώμενος, ὑπὸ δὲ τῶν συνόντων σοι κολάκων ἐπαινούμενος, οἳ καὶ αὐτοὶ πρὸς ἀλλήλους ἐπιστρεφόμενοι γελῶσι τὰ πολλά;

[8] θέλω γοῦν σοι διηγήσασθαί τι Πυθοῖ γενόμενον. Ταραντῖνος Εὐάγγελος τοὔνομα τῶν οὐκ ἀφανῶν ἐν τῷ Τάραντι ἐπεθύμησεν νικῆσαι Πύθια. τὰ μὲν οὖν τῆς γυμνῆς ἀγωνίας αὐτίκα ἐδόκει αὐτῷ ἀδύνατον εἶναι μήτε πρὸς ἰσχὺν μήτε [p. 186] πρὸς ὠκύτητα εὖ πεφυκότι, κιθάρᾳ δὲ καὶ ᾠδῇ ῥᾳδίως κρατήσειν ἐπείσθη ὑπὸ καταράτων ἀνθρώπων οὓς εἶχε περὶ αὑτὸν ἐπαινούντων καὶ βοώντων ὁπότε καὶ τὸ σμικρότατον ἐκεῖνος ἀνακρούσαιτο. ἧκεν οὖν εἰς τοὺς Δελφοὺς τοῖς τε ἄλλοις λαμπρὸς καὶ δὴ καὶ ἐσθῆτα χρυσόπαστον ποιησάμενος καὶ στέφανον δάφνης χρυσῆς κάλλιστον, ὡς ἀντὶ καρποῦ τῆς δάφνης σμαράγδους εἶναι ἰσομεγέθεις τῷ καρπῷ: τὴν μέν γε κιθάραν αὐτήν, ὑπερφυές τι χρῆμα εἰς κάλλος καὶ πολυτέλειαν, χρυσοῦ μὲν τοῦ ἀκηράτου πᾶσαν, σφραγῖσι δὲ καὶ λίθοις ποικίλοις κατακεκοσμημένην, Μουσῶν μεταξὺ καὶ Ἀπόλλωνος καὶ Ὀρφέως ἐντετορνευμένων; θαῦμα, μέγα τοῖς ὁρῶσιν.

[9] ἐπεὶ δ᾽ οὖν ποτε καὶ ἧκεν ἡ τοῦ ἀγῶνος ἡμέρα, τρεῖς μὲν ἦσαν, ἔλαχεν δὲ μέσος αὐτῶν ὁ Εὐάγγελος ᾁδειν καὶ μετὰ Θέσπιν τὸν Θηβαῖον οὐ φαύλως ἀγωνισάμενον εἰσέρχεται ὅλος περιλαμπόμενος τῷ χρυσῷ καὶ τοῖς σμαράγδοις καὶ βηρύλλοις καὶ ὑακίνθοις: καὶ ἡ πορφύρα δὲ ἐνέπρεπε τῆς ἐσθῆτος, ἣ μεταξὺ τοῦ χρυσοῦ διεφαίνετο. τούτοις ἅπασι προεκπλήξας τὸ θέατρον καὶ θαυμαστῆς ἐλπίδος ἐμπλήσας τοὺς θεατάς, ἐπειδή ποτε καὶ ᾆσαι καὶ κιθαρίσαι πάντως ἔδει, ἀνακρούεται μὲν ἀνάρμοστόν τι καὶ ἀσύντακτον, ἀπορρήγνυσι δὲ τρεῖς ἅμα χορδὰς σφοδρότερον τοῦ δέοντος ἐμπεσὼν τῇ κιθάρᾳ, ᾁδειν δὲ ἄρχεται ἀπόμουσόν τι καὶ λεπτόν, ὥστε γέλωτα μὲν παρὰ πάντων γενέσθαι τῶν θεατῶν, τοὺς ἀθλοθέτας δὲ ἀγανακτήσαντας ἐπὶ τῇ τόλμῃ μαστιγώσαντας αὐτὸν ἐκβαλεῖν τοῦ θεάτρου: ὅτεπερ καὶ [p. 188] γελοιότατος ὤφθη δακρύων ὁ χρυσοῦς Εὐάγγελος καὶ ὑπὸ τῶν μαστιγοφόρων συρόμενος διὰ μέσης τῆς σκηνῆς καὶ τὰ σκέλη καθῃματωμένος ἐκ τῶν μαστίγων καὶ συλλέγων χαμάθεν τῆς κιθάρας τὰς σφραγῖδας: ἐξεπεπτώκεσαν γὰρ κἀκείνης συμμαστιγουμένης αὐτῷ.

[10] μικρὸν δ᾽ ἐπισχὼν μετ᾽ αὐτὸν Εὔμηλός τις Ἠλεῖος εἰσέρχεται, κιθάραν μὲν παλαιὰν ἔχων, ξυλίνους δὲ κόλλοπας ἐπικειμένην, ἐσθῆτα δὲ μόγις σὺν τῷ στεφάνῳ δέκα δραχμῶν ἀξίαν ἀλλ᾽ οὗτός γε ᾁσας δεξιῶς καὶ κιθαρίσας κατὰ τὸν νόμον τῆς τέχνης ἐκράτει καὶ ἀνεκηρύττετο καὶ τοῦ Εὐαγγέλου κατεγέλα μάτην ἐμπομπεύσαντος τῇ κιθάρᾳ καὶ ταῖς σφραγῖσιν ἐκείναις, καὶ εἰπεῖν γε λέγεται πρὸς αὐτόν ‘ὦ Εὐάγγελε, σὺ μὲν χρυσῆν δάφνην περίκεισαι, πλουτεῖς γάρ, ἐγὼ δὲ ὁ πένης τὴν Δελφικήν. πλὴν τοῦτό γε μόνον ὤνησο τῆς σκευῆς, ὅτι μηδὲ ἐλεούμενος ἐπὶ τῇ ἥττῃ ἀπέρχῃ, ἀλλὰ μισούμενος προσέτι διὰ τὴν ἄτεχνόν σου ταύτην τρυφήν.’ περὶ πόδα δή σοι καὶ Εὐάγγελος οὗτος, παρ᾽ ὅσον σοί γε οὐδ᾽ ὀλίγον μέλει τοῦ γέλωτος τῶν θεατῶν.

[11] οὐκ ἄκαιρον δ᾽ ἄν γένοιτο καὶ Λέσβιον μῦθόν τινα διηγήσασθαί σοι πάλαι γενόμενον. ὅτε τὸν Ὀρφέα διεσπάσαντο αἱ Θρᾷτται, φασὶ τὴν κεφαλὴν αὐτοῦ σὺν τῇ λύρᾳ εἰς τὸν Ἕβρον ἐμπεσοῦσαν ἐκβληθῆναι εἰς τὸν μέλανα κόλπον, καὶ ἐπιπλεῖν γε τὴν κεφαλὴν τῇ λύρᾳ, τὴν μὲν ᾁδουσαν θρῆνόν τινα ἐπὶ τῷ Ὀρφεῖ, ὡς λόγος,^ [p. 190] τὴν λύραν δὲ αὐτὴν ὑπηχεῖν τῶν ἀνέμων ἐμπιπτόντων ταῖς χορδαῖς, καὶ οὕτω μετ᾽ ᾠδῆς προσενεχθῆναι τῇ Λέσβῳ, κἀκείνους ἀνελομένους τὴν μὲν κεφαλὴν καταθάψαι ἵναπερ νῦν τὸ Βακχεῖον αὐτοῖς ἐστι, τὴν λύραν δὲ ἀναθεῖναι εἰς τοῦ Ἀπόλλωνος τὸ ἱερόν, καὶ ἐπὶ πολύ γε σώζεσθαι

[12] αὐτήν. χρόνῳ δὲ ὕστερον Νέανθον τὸν τοῦ Πιττακοῦ τοῦ τυράννου ταῦτα ὑπὲρ τῆς λύρας πυνθανόμενον, ὡς ἐκήλει μὲν θηρία καὶ φυτὰ καὶ λίθους, ἐμελῴδει δὲ καὶ μετὰ τὴν τοῦ Ὀρφέως συμφορὰν μηδενὸς ἁπτομένου, εἰς ἔρωτα τοῦ κτήματος ἐμπεσεῖν καὶ διαφθείραντα τὸν ἱερέα μεγάλοις χρήμασι πεῖσαι ὑποθέντα ἑτέραν ὁμοίαν λύραν δοῦναι αὐτῷ τὴν τοῦ Ὀρφέως. λαβόντα δὲ μεθ᾽ ἡμέραν μὲν ἐν τῇ πόλει χρῆσθαι οὐκ ἀσφαλὲς οἴεσθαι εἶναι, νύκτωρ δὲ ὑπὸ κόλπου ἔχοντα μόνον προελθεῖν εἰς τὸ προάστειον καὶ προχειρισάμενον κρούειν καὶ συνταράττειν τὰς χορδὰς ἄτεχνον καὶ ἄμουσον νεανίσκον, ἐλπίζοντα μέλη τινὰ θεσπέσια ὑπηχήσειν τὴν λύραν ὑφ᾽ ὧν πάντας καταθέλξειν καὶ κηλήσειν, καὶ ὅλως μακάριον ἔσεσθαι κληρονομήσαντα τῆς Ὀρφέως μουσικῆς: ἄχρι δὴ συνελθόντας τοὺς κύνας πρὸς τὸν ἦχον — πολλοὶ δὲ ἦσαν αὐτόθι — διασπάσασθαι αὐτόν, ὡς τοῦτο γοῦν ὅμοιον τῷ Ὀρφεῖ παθεῖν καὶ μόνους ἐφ᾽ ἑαυτὸν συγκαλέσαι τοὺς κύνας. ὅτεπερ καὶ σαφέστατα ὤφθη ὡς οὐχ ἡ λύρα ἡ θέλγουσα ἦν, ἀλλὰ ἡ τέχνη καὶ ἡ ᾠδή, ἃ μόνα ἐξαίρετα τῷ Ὀρφεῖ παρὰ τῆς μητρὸς ὑπῆρχεν: ἡ λύρα δὲ ἄλλως κτῆμα ἦν, οὐδὲν ἄμεινον τῶν ἄλλων βαρβίτων. , [p. 192]

[13] καὶ τί σοι τὸν Ὀρφέα ἢ τὸν Νέανθον λέγω, ὅπου καὶ καθ᾽ ἡμᾶς αὐτοὺς ἐγένετό τις καὶ ἔτι ἐστίν, οἶμαι, ὃς τὸν Ἐπικτήτου λύχνον τοῦ Στωϊκοῦ κεραμεοῦν ὄντα τρισχιλίων δραχμῶν ἐπρίατο; ἤλπιζεν γὰρ οἶμαι κἀκεῖνος, εἰ τῶν νυκτῶν ὑπ᾽ ἐκείνῳ τῷ λύχνῳ ἀναγιγνώσκοι, αὐτίκα μάλα καὶ τὴν Ἐπικτήτου σοφίαν ὄναρ ἐπικτήσεσθαι καὶ ὅμοιος ἔσεσθαι τῷ θαυμαστῷ

[14] ἐκείνῳ γέροντι. χθὲς δὲ καὶ πρῴην ἄλλος τις τὴν Πρωτέως τοῦ Κυνικοῦ βακτηρίαν, ἣν καταθέμενος ἥλατο εἰς τὸ πῦρ, ταλάντου κἀκεῖνος ἐπρίατο, καὶ ἔχει μὲν τὸ κειμήλιον τοῦτο καὶ δείκνυσιν ὡς Τεγεᾶται τοῦ Καλυδωνίου ὑὸς ^ τὸ δέρμα καὶ Θηβαῖοι τὰ ὀστᾶ τοῦ Γηρυόνου καὶ Μεμφῖται τῆς Ἴσιδος τοὺς πλοκάμους: αὐτὸς δὲ ὁ τοῦ θαυμαστοῦ κτήματος δεσπότης καὶ αὐτὸν σὲ τῇ ἀπαιδευσίᾳ καὶ βδελυρίᾳ ὑπερηκόντισεν. ὁρᾷς ὅπως κακοδαιμόνως διάκειται, βακτηρίας εἰς τὴν κεφαλὴν ὡς ἀληθῶς δεόμενος.

[15] λέγεται δὲ καὶ Διονύσιον τραγῳδίαν ποιεῖν φαύλως πάνυ καὶ γελοίως, ὥστε τὸν Φιλόξενον πολλάκις δι᾽ αὐτὴν εἰς τὰς λατομίας ἐμπεσεῖν οὐ δυνάμενον κατέχειν τὸν γέλωτα. οὗτος τοίνυν πυθόμενος ὡς ἐγγελᾶται, τὸ Αἰσχύλου πυξίον εἰς ὃ ἐκεῖνος ἔγραφε σὺν πολλῇ σπουδῇ κτησάμενος καὶ αὐτὸς ᾤετο ἔνθεος ἔσεσθαι καὶ κάτοχος ἐκ τοῦ πυξίου: ἀλλ᾽ ὅμως ἐν αὐτῷ ἐκείνῳ μακρῷ γελοιότερα ἔγραφεν, οἷον κἀκεῖνο τό ‘Δωρὶς τέθνηκεν ^ ἡ Διονυσίου γυνή.’ [p. 194] καὶ πάλιν ‘οἴμοι, γυναῖκα χρησίμην ἀπώλεσα.’ καὶ τοῦτο γὰρ ἐκ τοῦ πυξίου, καὶ τό: ‘αὑτοῖς γὰρ ἐμπαίζουσιν οἱ μωροὶ βροτῶν.’ Τοῦτο μέν γε πρὸς σὲ μάλιστα εὐστόχως ἂν εἰρημένον εἴη τῷ Διονυσίῳ, καὶ δι᾽ αὐτὸ χρυσῶσαι

[16] αὐτοῦ ἔδει ἐκεῖνο τὸ πυξίον. τίνα γὰρ ἐλπίδα καὶ αὐτὸς ἔχων εἰς ^ τὰ βιβλία καὶ ἀνατυλίττεις ἀεὶ καὶ διακολλᾷς καὶ περικόπτεις καὶ ἀλείφεις τῷ κρόκῳ καὶ τῇ κέδρῳ καὶ διφθέρας περιβάλλεις καὶ ὀμφαλοὺς ἐντίθης, ὡς δή τι ἀπολαύσων αὐτῶν ; πάνυ γοῦν ἤδη βελτίων γεγένησαι διὰ τὴν ὠνήν, ὃς τοιαῦτα μὲν φθέγγῃ — μᾶλλον δὲ τῶν ἰχθύων ἀφωνότερος εἶ — βιοῖς δὲ ὡς οὐδ᾽ εἰπεῖν καλόν, μῖσος δὲ ἄγριον, φασί, παρὰ πάντων ἔχεις ἐπὶ τῇ βδελυρίᾳ: ὡς εἰ τοιούτους ἀπειργάζετο τὰ βιβλία, φυγῇ φευκτέον ἂν ἦν ὅτι πορρωτάτω

[17] ἀπ᾽ αὐτῶν. δυοῖν δ᾽ ὄντοιν ἅττ᾽ ἂν παρὰ τῶν παλαιῶν τις κτήσαιτο, λέγειν τε δύνασθαι καὶ πράττειν τὰ δέοντα ζήλῳ τῶν ἀρίστων καὶ φυγῇ τῶν χειρόνων, ὅταν μήτε ἐκεῖνα μήτε ταῦτα φαίνηταί τις παρ᾽ αὐτῶν ὠφελούμενος, τί ἄλλο ἢ τοῖς μυσὶ διατριβὰς ὠνεῖται καὶ ταῖς τίλφαις οἰκήσεις καὶ πληγὰς ὡς ἀμελοῦσι τοῖς οἰκέταις ;

[18] πῶς δὲ οὐ κἀκεῖνο αἰσχρόν, εἴ τις ἐν τῇ χειρὶ ἔχοντά. σε βιβλίον ἰδών — ἀεὶ δέ τι πάντως ἔχεις [p. 196] — ἔροιτο οὗτινος ἢ ῥήτορος ἢ συγγραφέως ἢ ποιητοῦ ἐστι, σὺ δὲ ἐκ τῆς ἐπιγραφῆς εἰδὼς πρᾴως εἴποις τοῦτό γε: εἶτα, ὡς φιλεῖ τὰ τοιαῦτα ἐν συνουσίᾳ προχωρεῖν εἰς μῆκος λόγων, ὁ μὲν ἐπαινοῖ τι ἢ αἰτιῷτο τῶν ἐγγεγραμμένων, σὺ δὲ ἀποροίης καὶ μηδὲν ἔχοις εἰπεῖν; οὐκ εὔξῃ τότε χανεῖν σοι τὴν γῆν, κατὰ σεαυτοῦ ὁ Βελλεροφόντης περιφέρων τὸ βιβλίον ;

[19] Δημήτριος δὲ ὁ Κυνικὸς ἰδὼν ἐν Κορίνθῳ ἀπαίδευτόν τινα βιβλίον κάλλιστον ἀναγιγνώσκοντα — τὰς Βάκχας οἶμαι τοῦ Εὐριπίδου, κατὰ τὸν ἄγγελον δὲ ἦν τὸν διηγούμενον τὰ τοῦ Πενθέως πάθη καὶ τὸ τῆς Ἀγαύης ἔργον — ἁρπάσας διέσπασεν αὐτὸ εἰπών, ‘ἄμεινόν ἐστι τῷ Πενθεῖ ἅπαξ σπαραχθῆναι ὑπ᾽ ἐμοῦ ἢ ὑπὸ σοῦ πολλάκις.’ Ζητῶν δὲ ἀεὶ πρὸς ἐμαυτὸν οὔπω καὶ τήμερον εὑρεῖν δεδύνημαι τίνος ἕνεκα τὴν σπουδὴν ταύτην ἐσπούδακας περὶ τὴν ὠνὴν τῶν βιβλίων ὠφελείας μὲν γὰρ ἢ χρείας τῆς ἀπ᾽ αὐτῶν οὐδ᾽ ἂν οἰηθείη τις τῶν καὶ ἐπ᾽ ἐλάχιστόν σε εἰδότων, οὐ μᾶλλον ἢ φαλακρὸς ἄν τις πρίαιτο κτένας ἢ κάτοπτρον ὁ τυφλὸς ἢ ὁ κωφὸς αὐλητὴν ἢ παλλακὴν ὁ εὐνοῦχος ἢ ὁ ἠπειρώτης κώπην ἢ ὁ κυβερνήτης ἄροτρον. ἀλλὰ μὴ ἐπίδειξιν πλούτου σοι τὸ πρᾶγμα ἔχει καὶ βούλει τοῦτο ἐμφῆναι ἅπασιν, ὅτι καὶ εἰς τὰ μηδέν σοι χρήσιμα ὅμως ἐκ πολλῆς τῆς περιουσίας ἀναλίσκεις; καὶ μὴν ὅσα γε κἀμὲ Σύρον ὄντα εἰδέναι, εἰ μὴ [p. 198] σαυτὸν φέρων ταῖς τοῦ γέροντος ἐκείνου διαθήκαις παρενέγραψας, ἀπωλώλεις ἂν ὑπὸ λιμοῦ ἤδη καὶ

[20] ἀγορὰν προὐτίθεις τῶν βιβλίων. λοιπὸν οὖν δὴ ἐκεῖνο, πεπεισμένον ὑπὸ τῶν κολάκων ὡς οὐ μόνον καλὸς εἶ καὶ ἐράσμιος ἀλλὰ σοφὸς καὶ ῥήτωρ καὶ συγγραφεὺς οἷος οὐδ᾽ ἕτερος, ὠνεῖσθαι τὰ βιβλία, ὡς ἀληθεύοις τοὺς ἐπαίνους αὐτῶν. φασὶ δὲ σὲ καὶ λόγους ἐπιδείκνυσθαι αὐτοῖς ἐπὶ δείπνῳ κἀκείνους χερσαίων βατράχων δίκην διψῶντας κεκραγέναι, ἢ μὴ πίνειν, ἢν μὴ διαρραγῶσι βοῶντες. καὶ γὰρ οὐκ οἶδ᾽ ὅπως ῥᾷστος εἶ τῆς ῥινὸς ἕλκεσθαι, καὶ πιστεύεις αὐτοῖς ἅπαντα, ὅς ποτε κἀκεῖνο ἐπείσθης, ὡς βασιλεῖ τινι ὡμοιώθης τὴν ὄψιν, καθάπερ ὁ ψευδαλέξανδρος καὶ ὁ ^ ψευδοφίλιππος ἐκεῖνος κναφεὺς καὶ ὁ κατὰ τοὺς προπάτορας ἡμῶν ψευδονέρων καὶ εἴ τις ἄλλος τῶν

[21] ὑπὸ τῷ ψευδο ^ τεταγμένων. καὶ τί θαυμαστὸν εἰ τοῦτο ἔπαθες, ἀνόητος καὶ ἀπαίδευτος ἄνθρωπος, καὶ προῄεις ἐξυπτιάζων καὶ μιμούμενος βάδισμα καὶ σχῆμα καὶ βλέμμα ἐκείνου ᾧ σεαυτὸν εἰκάζων ἔχαιρες, ὅπου καὶ Πύρρον φασὶ τὸν Ἠπειρώτην, τὰ ἄλλα θαυμαστὸν ἄνδρα, οὕτως ὑπὸ κολάκων ἐπὶ τῷ ὁμοίῳ ποτὲ διαφθαρῆναι ὡς πιστεύειν ὅτι ὅμοιος ἦν Ἀλεξάνδρῳ ἐκείνῳ; καίτοι τὸ τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν τὸ [p. 200] πρᾶγμα ἦν εἶδον γὰρ καὶ τὴν τοῦ Πύρρου εἰκόνα: καὶ ὅμως ἐπέπειστο ἐκμεμάχθαι τοῦ Ἀλεξάνδρου τὴν μορφήν. ἀλλ᾽ ἕνεκα μὲν δὴ τούτων ὕβρισταί μοι εἰς τὸν Πύρρον, ὅτι σὲ εἴκασα κατὰ τοῦτο αὐτῷ: τὸ δ᾽ ἀπὸ τούτου καὶ πάνυ σοι πρέπον ἂν εἴη. ἐπεὶ γὰρ οὕτω διέκειτο ὁ Πύρρος καὶ ταῦτα ὑπὲρ ἑαυτοῦ ἐπέπειστο, οὐδεὶς ὅστις οὐ συνετίθετο καὶ συνέπασχεν αὐτῷ, ἄχρι δή τις ἐν Λαρίσῃ πρεσβῦτις ξένη αὐτῷ τἀληθὲς εἰποῦσα ἔπαυσεν αὐτὸν τῆς κορύζης. ὁ μὲν γὰρ Πύρρος ἐπιδείξας αὐτῇ εἰκόνα Φιλίππου καὶ Περδίκκου καὶ Ἀλεξάνδρου καὶ Κασσάνδρου καὶ ἄλλων βασιλέων ἤρετο τίνι ὅμοιος εἴη, πάνυ πεπεισμένος ἐπὶ τὸν Ἀλέξανδρον ἥξειν αὐτήν, ἡ δὲ πολὺν χρόνον ἐπισχοῦσα, ‘ Βατραχίωνι,’ ἔφη, ‘τῷ μαγείρῳ:’ καὶ γὰρ ἦν τις ἐν τῇ Λαρίσῃ Βατραχίων μάγειρος τῷ Πύρρῳ ὅμοιος.

[22] καὶ σὺ δὴ ᾧτινι μὲν τῶν τοῖς ὀρχησταῖς συνόντων κιναίδων ἔοικας οὐκ ἂν εἴποιμι, ὅτι δὲ μανίαν ἐρρωμένην ἔτι καὶ νῦν μαίνεσθαι δοκεῖς ἅπασιν ἐπ᾽ ἐκείνῃ τῇ εἰκόνι, πάνυ σαφῶς οἶδα. οὔκουν θαυμαστόν, εἰ ἀπίθανος οὕτως ζωγράφος ὢν καὶ τοῖς πεπαιδευμένοις ἐξομοιοῦσθαι ἐθέλεις, πιστεύων τοῖς τὰ τοιαῦτά σε ἐπαινοῦσι. καίτοι τί ταῦτα ληρῶ; πρόδηλος γὰρ ἡ αἰτία τῆς περὶ τὰ βιβλία σπουδῆς, εἰ καὶ ὑπὸ νωθείας ἐγὼ μὴ πάλαι κατεῖδον σοφὸν γάρ, ὡς γοῦν οἴει, τοῦτ᾽ ἐπινενόηκας καὶ ἐλπίδας οὐ μικρὰς ἔχεις περὶ τοῦ πράγματος, εἰ βασιλεὺς μάθοι ταῦτα σοφὸς ἀνήρ καὶ παιδείαν μάλιστα τιμῶν εἰ δὲ ταῦτα ὑπὲρ σοῦ ἐκεῖνος ἀκούσειεν, ὡς ὠνῇ βιβλία [p. 202] καὶ συνάγεις πολλά, πάντα ἐν βραχεῖ παρ᾽ αὐτοῦ

[203] ἔσεσθαί σοι νομίζεις. ἀλλ᾽, ὦ κατάπυγον, οἴει τοσοῦτον μανδραγόραν κατακεχύσθαι αὐτοῦ ὡς ταῦτα μὲν ἀκούειν, ἐκεῖνα δὲ μὴ εἰδέναι, οἷος μέν σου ὁ μεθ᾽ ἡμέραν βίος, οἷοι δέ σοι πότοι, ὁποῖαι δὲ νύκτες καὶ οἵοις καὶ ἡλίκοις συγκαθεύδεις; οὐκ οἶσθα ὡς ὦτα καὶ ὀφθαλμοὶ πολλοὶ βασιλέως; τὰ δὲ σὰ οὕτω περιφανῆ ἐστιν ὡς καὶ τυφλοῖς εἶναι καὶ κωφοῖς γνώριμα: εἰ γὰρ καὶ φθέγξαιο μόνον, εἰ γὰρ καὶ λουόμενος ἀποδύσαιο, μᾶλλον δὲ μὴ ἀποδύσῃ, εἰ δοκεῖ, οἱ δ᾽ οἰκέται μόνον ἢν ἀποδύσωνταί σου, τί οἴει; μὴ αὐτίκα ἔσεσθαι πάντα σου πρόδηλα τὰ τῆς νυκτὸς ἀπόρρητα; εἰπὲ γοῦν μοι καὶ τόδε, εἰ Βάσσος ὁ ὑμέτερος ἐκεῖνος σοφιστὴς ἢ Βάταλος ὁ αὐλητὴς ἢ ὁ κίναιδος Ἡμιθέων ὁ Συβαρίτης, ὃς τοὺς θαυμαστοὺς ὑμῖν νόμους συνέγραψεν, ὡς χρὴ λεαίνεσθαι ^ καὶ παρατίλλεσθαι καὶ πάσχειν καὶ ποιεῖν ἐκεῖνα, — εἰ τούτων τις νυνὶ λεοντῆν περιβαλόμενος καὶ ῥόπαλον ἔχων βαδίζοι, τί οἴει φανεῖσθαι ^ τοῖς ὁρῶσιν; Ἡρακλέα εἶναι αὐτόν; οὔκ, εἴ γε μὴ χύτραις λημῶντες τυγχάνοιεν. μυρία γάρ ἐστι τὰ ἀντιμαρτυροῦντα τῷ σχήματι, βάδισμα καὶ βλέμμα καὶ φωνὴ καὶ τράχηλος ἐπικεκλασμένος καὶ ψιμύθιον καὶ μαστίχη καὶ φῦκος, οἷς ὑμεῖς κοσμεῖσθε, καὶ ὅλως κατὰ τὴν παροιμίαν, θᾶττον ἂν πέντε ἐλέφαντας ὑπὸ μάλης κρύψειας ἢ ἕνα κίναιδον. εἶτα ἡ λεοντῆ μὲν τὸν τοιοῦτον οὐκ ἂν ἔκρυψεν, σὺ δ᾽ οἴει λήσειν [p. 204] σκεπόμενος βιβλίῳ; ἀλλ᾽ οὐ δυνατὸν προδώσει γάρ σε καὶ ἀποκαλύψει τὰ ἄλλα ὑμῶν γνωρίσματα.

[24] τὸ δ᾽ ὅλον ἀγνοεῖν μοι δοκεῖς ὅτι τὰς ἀγαθὰς ἐλπίδας οὐ παρὰ τῶν βιβλιοκαπήλων δεῖ ζητεῖν, ἀλλὰ παρ᾽ αὑτοῦ καὶ τοῦ καθ᾽ ἡμέραν βίου λαμβάνειν. σὺ δ᾽ οἴει συνήγορον κοινὸν καὶ μάρτυρα ἔσεσθαί σοι τὸν Ἀττικὸν καὶ Καλλῖνον τοὺς βιβλιογράφους; οὔκ, ἀλλ᾽ ὠμούς τινας ἀνθρώπους ἐπιτρίψοντάς σε, ἢν οἱ θεοὶ ἐθέλωσι, καὶ πρὸς ἔσχατον πενίας συνελάσοντας: δέον ἔτι νῦν σωφρονήσαντα ἀποδόσθαι μέν τινι τῶν πεπαιδευμένων τὰ βιβλία ταῦτα καὶ σὺν αὐτοῖς τὴν νεόκτιστον ταύτην οἰκίαν, ἀποδοῦναι δὲ τοῖς ἀνδραποδοκαπήλοις μέρος γοῦν ἀπὸ πολλῶν τῶν ὀφειλομένων.

[25] καὶ γὰρ κἀκεῖνα: περὶ δύο ταῦτα δεινῶς ἐσπούδακας, βιβλίων τε τῶν πολυτελῶν κτῆσιν καὶ μειρακίων τῶν ἐξώρων καὶ ἤδη καρτερῶν ὠνήν, καὶ τὸ πρᾶγμά σοι πάνυ σπουδάζεται καὶ θηρεύεται. ἀδύνατον δὲ πένητα ὄντα πρὸς ἄμφω διαρκεῖν. σκόπει τοίνυν ὡς ἱερὸν χρῆμα συμβουλή. ἀξιῶ γάρ σε ἀφέμενον τῶν μηδὲν προσηκόντων τὴν ἑτέραν νόσον θεραπεύειν καὶ τοὺς ὑπηρέτας ἐκείνους ὠνεῖσθαι, ὅπως μὴ ἐπιλειπόντων σε τῶν οἴκοθεν μεταστέλλοιό τινας τῶν ἐλευθέρων, οἷς ἀκίνδυνον ἀπελθοῦσιν, ἢν μὴ λάβωσιν ἅπαντα, ἐξαγορεῦσαι τὰ πραχθέντα ὑμῖν μετὰ τὸν πότον, οἷα καὶ πρῴην αἴσχιστα περὶ σοῦ διηγεῖτο ἐξελθὼν ὁ πόρνος, ἔτι καὶ δήγματα ἐπιδεικνύς. ἀλλ᾽ ἔγωγε καὶ μάρτυρας ἂν παρασχοίμην τοὺς τότε παρόντας ὡς ἠγανάκτησα καὶ ὀλίγου πληγὰς [p. 206] ἐνέτριψα αὐτῷ χαλεπαίνων ὑπὲρ σοῦ, καὶ μάλισθ᾽ ὅτε καὶ ἄλλον ἐπεκαλέσατο μάρτυρα τῶν ὁμοίων καὶ ἄλλον ταὐτὰ καὶ λόγοις διηγουμένους. πρὸς δὴ ταῦτα, ὦγαθέ, ταμιεύου τἀργύριον καὶ φύλαττε, ὡς οἴκοι καὶ κατὰ πολλὴν ἀσφάλειαν ταῦτα ποιεῖν καὶ πάσχειν ἔχῃς. ὥστε μὲν γὰρ μηκέτι ἐργάζεσθαι τίς ἂν μεταπείσειέ σε; οὐδὲ γὰρ κύων

[26] ἅπαξ παύσαιτ᾽ ἂν σκυτοτραγεῖν μαθοῦσα. τὸ δ᾽ ἕτερον ῥᾴδιον, τὸ μηκέτι ὠνεῖσθαι βιβλία. ἱκανῶς πεπαίδευσαι, ἅλις σοι τῆς σοφίας. μόνον οὐκ ἐπ᾽ ἄκρου τοῦ χείλους ἔχεις τὰ παλαιὰ πάντα. πᾶσαν μὲν ἱστορίαν οἶσθα, πάσας δὲ λόγων τέχνας καὶ κάλλη αὐτῶν καὶ κακίας καὶ ὀνομάτων χρῆσιν τῶν Ἀττικῶν πάνσοφόν τι χρῆμα καὶ ἄκρον ἐν παιδείᾳ γεγένησαι διὰ τὸ πλῆθος τῶν βιβλίων. κωλύει γὰρ οὐδὲν κἀμέ σοι ἐνδιατρίβειν, ἐπειδὴ χαίρεις ἐξαπατώμενος.

[27] ἡδέως δ᾽ ἂν καὶ ἐροίμην σε, τὰ τοσαῦτα βιβλία ἔχων τί μάλιστα ἀναγιγνώσκεις αὐτῶν; τὰ Πλάτωνος; τὰ Ἀντισθένους; τὰ Ἀρχιλόχου; ^ τὰ Ἱππώνακτος; ἢ τούτων μὲν ὑπερφρονεῖς, ῥήτορες δὲ μάλιστά σοι διὰ χειρός;. εἰπέ μοι, καὶ Αἰσχίνου τὸν κατὰ Τιμάρχου λόγον ἀναγιγνώσκεις; ἢ ἐκεῖνά γε πάντα οἶσθα καὶ γιγνώσκεις αὐτῶν ἕκαστον, τὸν δὲ Ἀριστοφάνην καὶ τὸν Εὔπολιν ὑποδέδυκας; ἀνέγνως καὶ τοὺς Βάπτας, τὸ δρᾶμα ὅλον; εἶτ᾽ οὐδέν σου τἀκεῖ καθίκετο, οὐδ᾽ ἠρυθρίασας γνωρίσας αὐτά; τοῦτο γοῦν καὶ μάλιστα θαυμάσειεν ἄν τις, τίνα ποτὲ ψυχὴν ἔχων ἅπτῃ [p. 208] τῶν βιβλίων, ὁποίαις αὐτὰ χερσὶν ἀνελίττεις. πότε δὲ ἀναγιγνώσκεις; μεθ᾽ ἡμέραν; ἀλλ᾽ οὐδεὶς ἑώρακε τοῦτο ποιοῦντα. ἀλλὰ νύκτωρ; πότερον ἐπιτεταγμένος ἤδη ἐκείνοις ἢ πρὸ τῶν λόγων; ἀλλὰ πρὸς Κότυος ^ μηκέτι μὴ τολμήσῃς τοιοῦτο

[28] μηδέν, ἄφες δὲ τὰ βιβλία καὶ μόνα ἐργάζου τὰ σαυτοῦ. καίτοι ἐχρῆν μηκέτι μηδὲ ἐκεῖνα,, αἰδεσθῆναι δὲ τὴν τοῦ Εὐριπίδου Φαίδραν καὶ ὑπὲρ τῶν γυναικῶν ἀγανακτοῦσαν καὶ λέγουσαν, ‘οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην τέρεμνὰ τ᾽ οἴκων μή ποτε φθογγὴν ἀφῇ.’ εἰ δὲ πάντως ἐμμένειν τῇ ὁμοίᾳ νόσῳ διέγνωσται, ἴθι, ὠνοῦ μὲν βιβλία καὶ οἴκοι κατακλείσας ἔχε καὶ καρποῦ τὴν δόξαν τῶν κτημάτων. ἱκανόν σοι καὶ τοῦτο. προσάψῃ δὲ μηδέποτε μηδὲ ἀναγνῷς μηδὲ ὑπαγάγῃς τῇ γλώττῃ παλαιῶν ἀνδρῶν λόγους καὶ ποιήματα μηδὲν δεινόν σε εἰργασμένα. οἶδα ὡς μάτην ταῦτά μοι λελήρηται καὶ κατὰ τὴν παροιμίαν Αἰθίοπα σμήχειν ἐπιχειρῶ: σὺ γὰρ ὠνήσῃ καὶ χρήσῃ εἰς οὐδὲν καὶ καταγελασθήσῃ πρὸς τῶν πεπαιδευμένων, οἷς ἀπόχρη ὠφελεῖσθαι οὐκ ἐκ τοῦ κάλλους τῶν βιβλίων οὐδ᾽ ἐκ τῆς πολυτελείας αὐτῶν, ἀλλ᾽ ἐκ τῆς φωνῆς καὶ

[29] τῆς γνώμης τῶν γεγραφότων. σὺ δ᾽ οἴει θεραπεύσειν τὴν ἀπαιδευσίαν καὶ ἐπικαλύψειν τῇ δόξῃ ταύτῃ καὶ ἐκπλήξειν τῷ πλήθει τῶν βιβλίων, οὐκ εἰδὼς ὅτι καὶ οἱ ἀμαθέστατοι τῶν ἰατρῶν τὸ αὐτὸ σοὶ ποιοῦσιν, ἐλεφαντίνους νάρθηκας καὶ σικύας ἀργυρᾶς ποιούμενοι καὶ σμίλας χρυσοκολλήτους: ὁπόταν δὲ καὶ χρήσασθαι τούτοις δέῃ, οἱ μὲν [p. 210] οὐδὲ ὅπως χρὴ μεταχειρίσασθαι αὐτὰ ἴσασιν παρελθὼν δέ τις εἰς τὸ μέσον τῶν μεμαθηκότων φλεβότομον εὖ μάλα ἠκονημένον ἔχων ἰοῦ τἄλλα μεστὸν ἀπήλλαξε τῆς ὀδύνης τὸν νοσοῦντα. ἵνα δὲ καὶ γελοιοτέρῳ τινὶ τὰ σὰ εἰκάσω, τοὺς κουρέας τούτους ἐπίσκεψαι, καὶ ὄψει τοὺς μὲν τεχνίτας αὐτῶν ξυρὸν καὶ μαχαιρίδας καὶ κάτοπτρον σύμμετρον ἔχοντας, τοὺς δὲ. ἀμαθεῖς καὶ ἰδιώτας πλῆθος μαχαιρίδων προτιθέντας καὶ κάτοπτρον μεγάλα, οὐ μὴν λήσειν γε διὰ ταῦτα οὐδὲν εἰδότας. ἀλλὰ τὸ γελοιότατον ἐκεῖνο πάσχουσιν, ὅτι κείρονται μὲν οἱ πολλοὶ παρὰ τοῖς γείτοσιν αὐτῶν, πρὸς δὲ τὰ ἐκείνων κάτοπτρα προσελθόντες τὰς

[30] κόμας εὐθετίζουσιν. καὶ σὺ τοίνυν ἄλλῳ μὲν δεηθέντι χρήσειας ἂν τὰ βιβλία, χρήσασθαι δὲ αὐτὸς οὐκ ἂν δύναιο. καίτοι οὐδὲ ἔχρησάς τινι βιβλίον πώποτε, ἀλλὰ τὸ τῆς κυνὸς ποιεῖς τῆς ἐν τῇ φάτνῃ κατακειμένης, ἣ οὔτε αὐτὴ τῶν κριθῶν ἐσθίει οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπιτρέπει. ταῦτα τό γε νῦν εἶναι ὑπὲρ μόνων τῶν βιβλίων παρρησίαζομαι πρὸς σέ, περὶ δὲ τῶν ἄλλων ὅσα κατάπτυστα καὶ ἐπονείδιστα ποιεῖς, αὖθις ἀκούσῃ πολλάκις.

luciangreek/adversusindoctum.txt · Last modified: 2014/01/14 23:19 by 127.0.0.1

Except where otherwise noted, content on this wiki is licensed under the following license: Public Domain
Public Domain Donate Powered by PHP Valid HTML5 Valid CSS Driven by DokuWiki