Lucian. Works. with an English Translation by. A. M. Harmon. Cambridge, MA. Harvard University Press. London. William Heinemann Ltd. 1915. 2.
In English: http://lucianofsamosata.info/VoyageToTheLowerWorld.html
εἷεν, ὠ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὑτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον: ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπ᾽ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρ᾽ ἄλλῳ οὔσης τῆς αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει ὁ γεννάδας παρελθών μία γὰρ αὐτοῦ καὶ αὕτη [p. 4] τῶν τεχνῶν. ὁ δ᾽ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.
Κλωθώ
[2] τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ κἀκεῖνός ἐστιν.
Χάρων
ἀλλ᾽ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλ᾽ ἐγὼ οἶδα τὴν αἰτίαν παρ᾽ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δ᾽ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον ὥστε ἥδιον παρ᾽ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρ᾽ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται.
Κλωθώ
[3] μηκέτι χαλέπαινε, ὦ Χάρων πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν. ἀλλά τί τοῦτο; δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν [p. 6] γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας.
Ἑρμῆς
τί δ᾽ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν τήμερον ἐγενόμην;
Κλωθώ
τίς δ᾽ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε;
Ἑρμῆς
τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων.
Κλωθώ
εἶθ᾽ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος;
Ἑρμῆς
[4] ἀπεδίδρασκε, λέγεις; εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλαβόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς ἀποφυγών ἀφ᾽ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος, παρ᾽ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν: ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατ᾽ αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς [p. 8] ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζομένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδ᾽ ὅπως ὁ τρισκατάρατος ἀπιὼν ᾤχετο. ἐνέδει οὖν νεκρὸς εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς ὀφρῦς, ‘ μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ,’ φησί, ‘χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί: τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα. τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρ᾽ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταὶ σε ἡ Ἄτροπος.’ ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν, κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς: εἵπετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ: παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν.
Κλωθώ
[5] ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν.
Χάρων
τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς;
Κλωθώ
εὖ λέγεις: ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν [p. 10] καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον: σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει: σὺ δέ, ὦ Ἑρμῆ,^- τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ: τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι;
Ἑρμῆς
ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων.
Χάρων
βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων.
Ἑρμῆς
βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα;
Κλωθώ τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν.
Ἑρμῆς
ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθ᾽ ὥραν τετρυγημένοι.
Χάρων
νὴ Δί᾽, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.
Κλωθώ
[6] τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε: καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες [p. 12] ἥκετε: μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετ᾽ αὐτῶν Γωβάρην.
Ἑρμῆς
πάρεισι
Κλωθώ
δι᾽ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν.
Ἑρμῆς
οὑτοιὶ πλησίον.
Κλωθώ ποῦ δ᾽ οἱ περὶ τῆς βασιλείας ὑπ᾽ ἀλλήλων ἀποθανόντες;
Ἑρμῆς
Παρεστᾶσιν.
Κλωθώ
ὁ δ᾽ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς;
Ἑρμῆς
ἰδού σοι πλησίον.
Κλωθώ
τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμένους. οἱ δ᾽ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, ὦ Ἑρμῆ; [p. 14]
Ἑρμῆς
πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω;
Κλωθώ
μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα: καὶ γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν
[7] μετ᾽ αὐτῶν Ἀγαθοκλέα. ποῦ δ᾽ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν;
Κυνίσκος
πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ. τι δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον; σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας. καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἄρρηκτον ἦν.
Κλωθώ
ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον. ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ.
Κυνίσκος
μὰ Δί᾽, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον ἐμβιβασώμεθα: δέδια γὰρ μή σε παραπείσῃ δεόμενος. [p. 16]
Κλωθώ
[8] φέρ᾽ ἴδω τίς ἐστι.
Κυνίσκος
Κλωθώ
Ἐπίβαινε σύ.
Μεγαπένθης
μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἔασον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός.
Κλωθώ
τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις;
Μεγαπένθης
τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται.
Κλωθώ
ληρεῖς: ἀλλὰ ἔμβαινε.
Μεγαπένθης
οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ: μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον.
Κλωθώ
ἄραρεν οὐκ ἂν τύχοις.
Μεγαπένθης
ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος;
Κλωθώ
οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα: Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται. [p. 18]
Μεγαπένθης
ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα;
Κλωθώ
ἐκεῖνος αὐτός: καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών.
Μεγαπένθης
ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα.
Κλωθώ
σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας;
Μεγαπένθης
ἀλλὰ νῦν ἐμὰ ἦν.
Κλωθώ
οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως,
Μεγαπένθης
[9] ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι: ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον. ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον.
Κλωθώ
ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις;
Μεγαπένθης
καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν. [p. 20]
Κλωθώ
ἕλκετε αὐτόν ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών.
Μεγαπένθης
μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια: ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας.
Κλωθώ
Ἀμέλησον ἄλλος τειχιεῖ.
Μεγαπένθης
καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ.
Κλωθώ
τὸ ποῖον;
Μεγαπένθης
εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας ^ καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον.
Κλωθώ
οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν.
Μεγαπένθης
[10] καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου. εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντ᾽ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν.
Κλωθώ
ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν;
Μεγαπένθης
πάλαι ταῦτα ηὐχόμην νυνὶ δὲ ὁρῶ τὸ βέλτιον. [p. 22]
Κλωθώ
ἥξει κἀκεῖνός σοι μετ᾽ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος.
Μεγαπένθης
[11] οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι.
Κλωθώ
τὸ ποῖον;
Μεγαπένθης
εἰδέναι βούλομαι τὰ μετ᾽ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον.
Κλωθώ
ἄκουε: μᾶλλον γὰρ ἀνιάσῃ μαθών. τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν.
Μεγαπένθης
ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον;
Κλωθώ
ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται: αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις.
Μεγαπένθης
εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις;
Κλωθώ
τίς γὰρ ἦν σοι φίλος; ἢ ἐκ τίνος αἰτίας γενόμενος; ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες . καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα [p. 24] ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες;
Μεγαπένθης
καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι: καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ.
Κλωθώ
τοιγαροῦν παρ᾽ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες: τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε.
Μεγαπένθης
τοῦτ᾽ ἄρα πικροῦ τινος ᾐσθόμην τί βουλόμενος δὲ ταῦτα ἔπραξε;
Κλωθώ
. πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον,
Μεγαπένθης
[12] ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, δι᾽ ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν.
Κλωθώ
τι δὲ τοῦτό ἐστιν; ἔοικε γάρ τι παμμέγεθες εἶναι.
Μεγαπένθης
Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα [p. 26] μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος: εἶτ᾽ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, ‘σύ μέντοι,’ φησίν, ‘ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας:’ καὶ ταῦθ᾽ ἅμα λέγων παρέτιλλὲ τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, ‘ εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,’ ἐπειπὼν ᾤχετο: ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν. καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπ᾽ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο. ὧν εἰ λαβοίμην —
Κλωθώ
[13] παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι: καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.
Μεγαπένθης
καὶ τίς ἀξιώσει κατ᾽ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν;
Κλωθώ
κατὰ τυραννοῦ μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατ᾽ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην τὸ δὲ νῦν ἔχον μὴ διάτριβε.
Μεγαπένθης
κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως: ἀναβιῶναί με ἔασον μόνον. [p. 28]
Κλωθώ
ποῦ ' στιν ὁ τὸ ξύλον; καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατ᾽ αὐτὸν εἴσω τοῦ ποδός: οὐ γὰρ ἂν ἐμβαίη ἑκών.
Ἑρμῆς
ἕπου νῦν, δραπέτα: δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα,^ ὅπως ἀσφαλῶς —
Χάρων
ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται.
Μεγαπένθης
καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ.
Κλωθώ
ὅτι τί;
Μεγαπένθης
ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους.
Κυνίσκος
εἶτ᾽ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα; πικρὰν δ᾽ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου.
Μεγαπένθης
τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον; οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα;
Κυνίσκος
τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.
Μίκυλλος
[14] εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος; ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί με δεῖ; [p. 30]
Κλωθώ
σὺ δὲ τίς εἶ;
Μίκυλλος
ὁ σκυτοτόμος Μίκυλλος.
Κλωθώ
εἶτα ἄχθῃ βραδύνων; οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον; θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή.
Μίκυλλος
ἄκουσον, ὦ βελτίστη Μοιρῶν: οὐ πάνυ με ἡ τοῦ Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι ὅτι ‘ ‘ πύματον ἐγὼ τὸν Οὖτιν κατέδομαι’ ’ ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν. ἄλλως τε οὐδ᾽ ὅμοια τἀμὰ τοῖς τῶν πλουσίων ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, φασίν ὁ μὲν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο: οὐ γὰρ οἶδ᾽ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα: μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς. ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν Ἃιδην φέρουσαν ὁδὸν ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω [p. 32] καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων κἀνταῦθὰ
[15] σε καταλιπαρῶν. ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυρον ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν, οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος ἦν, κἀπειδὴ μόνον ἡ Ἄτροπος ἔνευσέ μοι, ἄσμενος ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα — κρηπῖδα γάρ τινα ἐν ταῖν χεροῖν εἶχον — ἀναπηδήσας εὐθὺς ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω ὁρῶν οὐδὲν γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει. καὶ νὴ Δί᾽ ἤδη καλὰ τὰ παρ᾽ ὑμῖν πάντα ὁρῶ: τό τε γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ. τεκμαίρομαι δὲ μηδ᾽ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ δέ μέγιστον, μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδ᾽ ὑπὸ τῶν δυνατωτέρων ῥαπίζεσθαι. εἰρήνη δὲ πᾶσι καὶ πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα: ἡμεῖς μὲν οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν οἱ πλούσιοι.
Κλωθώ
[16] πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων. τί δ᾽ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν;
Μίκυλλος
ἄκουσον, ὦ τιμιωτάτη μοι θεῶν παροικῶν ἄνω τῷ τυράννῳ ^ πάνυ ἀκριβῶς ἑώρων τὰ γιγνόμενα παρ᾽ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι: τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον, καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν [p. 34] χρυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς κλίνας τὰς ἀργυρόποδας: ἔτι δὲ καὶ ἡ κνῖσα ἡ τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με, ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι κατεφαίνετο καὶ μονονουχὶ πάντων ^ καλλίων καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρόμενος τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων. ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον κατεγέλων οἷον κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ
[17] θαλάττῃ κοχλίδων. οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλ᾽ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, — οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον — οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετ᾽ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους. ἀλλὰ τί οὐκ ἁπερχόμεθα ἤδη; καὶ μεταξὺ γὰρ πλέοντες τὰ λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες. [p. 36]
Κλωθώ
ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον.
Χάρων
[18] οὗτος, ποῖ φέρῃ; πλῆρες ἤδη τὸ σκάφος: αὐτοῦ περίμενε εἰς αὔριον: ἕωθέν σε διαπορθμεύσομεν.
Μίκυλλος
ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν ἀπολιμπάνων ἀμέλει γράψομαί σε παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυος. οἴμοι τῶν κακῶν ἤδη πλέουσιν ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι. καίτοι τί οὐ διανήχομαι κατ᾽ αὐτούς; οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς: ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν.
Κλωθώ
. τί τοῦτο; περίμεινον, ὦ Μίκυλλε: οὐ θέμις οὕτω σε διελθεῖν
Μίκυλλος
καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι.
Κλωθώ
μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν αὐτὸν καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον. ΧΑΡΩΝ
[19] ποῦ νῦν καθεδεῖται; μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς.
Ἑρμῆς
ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου,
Κλωθώ
καλῶς ὁ Ἑρμῆς ἐνενόησεν. [p. 38]
Χάρων
ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει: ἡμεῖς δὲ εὐπλοῶμεν.
Κυνίσκος
ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν. ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας: πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου: τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ ^ πρόσκωπος εἶναι: μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον.
Χάρων
Ἔρεττε: καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν.
Κυνίσκος
ἦ καὶ ὑποκελεῦσαι δεήσει;
Χάρων
νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν.
Κυνίσκος
οἶδα καὶ πολλά, ὦ Χάρων. ἀλλ᾽, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες: ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.
Νεκροί
[20] οἴμοι τῶν κτημάτων. — οἴμοι τῶν ἀγρῶν. — ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. — ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. — αἰαῖ τῶν νεογνῶν μοι παιδίων. — τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην; [p. 40]
Ἑρμῆς
Μίκυλλε, σὺ δ᾽ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα.
Μίκυλλος
ἄπαγε: οὐδέν ἐστιν ἐφ᾽ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν.
Ἑρμῆς
ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον.
Μίκυλλος
οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον;
Ἑρμῆς
ἱκανῶς τεθρήνηται: σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.
Χάρων
[21] ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε: καὶ σὺ δός: παρὰ πάντων ἤδη ἔχω. δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε.
Μίκυλλος
παίζεις, ὦ Χάρων, ἢ καθ᾽ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δὴ ^ τινα ὀβολὸν προσδοκῶν. ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον.
Χάρων
Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον. [p. 42] ἀποβαίνετε δ᾽ ὅμως: ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ. κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι: διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ.
Κλωθώ
ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα: τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι.
Ἑρμῆς
Προΐωμεν, ὦ οὗτοι: μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.
Μίκυλλος
[22] ὦ Ἡράκλεις, τοῦ ζόφου. ποῦ νῦν ὁ καλὸς Μέγιλλος; ἢ τῷ διαγνῷ τις ἐνταῦθα εἰ καλλίων Φρύνης Σιμίχη; πάντα γὰρ ἴσα καὶ ὁμόχροα καὶ οὐδὲν οὔτε καλὸν οὔτε κάλλιον, ἀλλ᾽ ἤδη καὶ τὸ τριβώνιον τέως ἄμορφον εἶναί μοι δοκοῦν ἰσότιμον γίγνεται τῇ πορφυρίδι τοῦ βασιλέως: ἀφανῆ γὰρ ἄμφω καὶ ὑπὸ τῷ αὐτῷ σκότῳ καταδεδυκότα. Κυνίσκε, σὺ δὲ ποῦ ποτε ἄρα ὢν τυγχάνεις;
Κυνίσκος
ἐνταῦθα λέγω σοι, Μίκυλλε: ἀλλ᾽ ἅμα, εἰ δοκεῖ, βαδίζωμεν.
Μίκυλλος
εὖ λέγεις: ἔμβαλέ μοι τὴν δεξιάν. εἰπέ μοι, — ἐτελέσθης γάρ, ὦ Κυνίσκε, δῆλον ὅτι τὰ Ἐλευσίνια — οὐχ ὅμοια τοῖς ἐκεῖ τὰ ἐνθάδε σοι δοκεῖ;
Κυνίσκος
εὖ λέγεις: ἰδοὺ γοῦν ^ προσέρχεται δᾳδουχοῦσά [p. 44] τις φοβερόν τι καὶ ἀπειλητικὸν προσβλέπουσα. ἦ ἄρα που Ἐρινύς ἐστιν;
Μίκυλλος
ἔοικεν ἀπό γε τοῦ σχήματος.
Ἑρμῆς
[23] παράλαβε τούτους, ὦ Τισιφόνη, τέτταρας ἐπὶ τοῖς χιλίοις.
Τισιφόνη
καὶ μὴν πάλαι γε ὁ Ῥαδάμανθυς οὗτος ὑμᾶς περιμένει.
Ῥαδάμανθυς
πρόσαγε αὐτούς, ὦ Ἐρινύ. σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ προσκάλει.
Κυνίσκος
ὦ Ῥαδάμανθυ, πρὸς τοῦ πατρὸς ἐμὲ πρῶτον ἐπίσκεψαι παραγαγών.
Ῥαδάμανθυς
τίνος ἕνεκα;
Κυνίσκος
πάντως βούλομαι κατηγορῆσαι τυράννου τινὸς ἃ συνεπίσταμαι πονηρὰ δράσαντι αὐτῷ παρὰ τὸν βίον. οὐκ ἂν οὖν ἀξιόπιστος εἴην λέγων, μὴ οὐχὶ πρότερον αὐτὸς φανεὶς οἷός εἰμι καὶ οἷόν τινα ἐβίωσα τὸν τρόπον.
Ῥαδάμανθυς
τίς δὲ σύ;
Κυνίσκος
Κυνίσκος, ὦ ἄριστε, τὴν γνώμην φιλόσοφος.
Ῥαδάμανθυς
δεῦρ᾽ ἐλθὲ καὶ πρῶτος εἰς τὴν δίκην κατάστηθι. σὺ δὲ προσκάλει τοὺς κατηγόρους. [p. 46]
Ἑρμῆς
[24] εἴ τις Κυνίσκου τουτουὶ κατηγορεῖ, δεῦρο προσίτω.
Κυνίσκος
οὐδεὶς προσέρχεται.
Ῥαδάμανθυς
ἀλλ᾽ οὐχ ἱκανὸν τοῦτο, ὦ Κυνίσκε: ἀπόδυθι δέ, ὅπως ἐπισκοπήσω σε ἀπὸ τῶν στιγμάτων.
Κυνίσκος
ποῦ γὰρ ἐγὼ στιγματίας ἐγενόμην;
Ῥαδάμανθυς
ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ᾽ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει.
Κυνίσκος
ἰδού σοι γυμνὸς παρέστηκα: ὥστε ἀναζήτει ταῦτα ἅπερ σὺ φὴς τὰ στίγματα.
Ῥαδάμανθυς
καθαρὸς ὡς ἐπίπαν οὑτοσὶ πλὴν τούτων τριῶν ἢ τεττάρων ἀμαυρῶν πάνυ καὶ ἀσαφῶν στιγμάτων. καίτοι τί τοῦτο; ἴχνη μὲν καὶ σημεῖα πολλὰ τῶν ἐγκαυμάτων, οὐκ οἶδα δὲ ὅπως ἐξαλήλιπται, μᾶλλον δὲ ἐκκέκοπται. πῶς ταῦτα, ὦ Κυνίσκε, ἢ πῶς καθαρὸς ἐξ ὑπαρχῆς ἀναπέφηνας;
Κυνίσκος
ἐγώ σοι φράσω: πάλαι πονηρὸς δι᾽ ἀπαιδευσίαν γενόμενος καὶ πολλὰ διὰ τοῦτο ἐμπολήσας στίγματα, ἐπειδὴ τάχιστα φιλοσοφεῖν ἠρξάμην κατ᾽ ὀλίγον ἁπάσας τὰς κηλῖδας ἐκ τῆς ψυχῆς ἀπελουσάμην. [p. 48]
Ῥαδάμανθυς
ἀγαθῷ γε οὗτος καὶ ἀνυσιμωτάτῳ χρησάμενος τῷ φαρμάκῳ. ἀλλ᾽ ἄπιθι ἐς τὰς Μακάρων νήσους τοῖς ἀρίστοις συνεσόμενος, κατηγορήσας γε πρότερον οὗ φὴς τυράννου. ἄλλους προσκάλει.
Μίκυλλος
[25] καὶ τοὐμόν, ὦ Ῥαδάμανθυ, μικρόν ἐστι καὶ βραχείας τινὸς ἐξετάσεως δεόμενον: πάλαι γοῦν σοι καὶ γυμνός εἰμι, ὥστε ἐπισκόπει.
Ῥαδάμανθυς
τίς δὲ ὢν τυγχάνεις;
Μίκυλλος
ὁ σκυτοτόμος Μίκυλλος.
Ῥαδάμανθυς
εὖ γε, ὦ Μίκυλλε, καθαρὸς ἀκριβῶς καὶ ἀνεπίγραφος: ἄπιθι καὶ σὺ παρὰ Κυνίσκον τουτονί. τὸν τύραννον ἤδη προσκάλει.
Ἑρμῆς
Μεγαπένθης Λακύδου ἡκέτω. ποῖ στρέφῃ; πρόσιθι. σὲ τὸν τύραννον προσκαλῶ. πρόβαλ᾽ αὐτόν, ὦ Τισιφόνη, ἐς τὸ μέσον ἐπὶ τράχηλον ὠθοῦσα.
Ῥαδάμανθυς
σὺ δέ, ὦ Κυνίσκε, κατηγόρει καὶ διέλεγχε ἤδη: πλησίον γὰρ ἁνὴρ ^ οὑτοσί.
Κυνίσκος
[26] τὸ μὲν ὅλον οὐδὲ λόγων ἔδει: γνώσῃ γὰρ αὐτὸν αὐτίκα μάλα οἷός ἐστιν ἀπὸ τῶν στιγμάτων. ὅμως δὲ καὐτὸς ἀποκαλύψω σοι τὸν ἄνδρα κἀκ τοῦ λόγου δείξω φανερώτερον. οὑτοσὶ γὰρ ὁ [p. 50] τρισκατάρατος ὁπόσα μὲν ἰδιώτης ὢν ἔπραξε, παραλείψειν μοι δοκῶ: ἐπεὶ δὲ τοὺς θρασυτάτους προσεταιρισάμενος ^ καὶ δορυφόρους συναγαγὼν ἐπαναστὰς τῇ πόλει τύραννος κατέστη, ἀκρίτους μὲν ἀπέκτεινε πλείονας ἢ μυρίους, τὰς δὲ οὐσίας ἑκάστων ἀφαιρούμενος καὶ πλούτου πρὸς τὸ ἀκρότατον ἀφικόμενος οὐδεμίαν μὲν ἀκολασίας ἰδέαν παραλέλοιπεν, ἁπάσῃ δὲ ὠμότητι καὶ ὕβρει κατὰ τῶν ἀθλίων πολιτῶν ἐχρήσατο, παρθένους διαφθείρων καὶ ἐφήβους καταισχύνων καὶ πάντα τρόπον τοῖς ὑπηκόοις ἐμπαροινῶν. καὶ ὑπεροψίας μέν γε καὶ τύφου καὶ τοῦ πρὸς τοὺς ἐντυγχάνοντας φρυάγματος οὐδὲ κατ᾽ ἀξίαν δύναιο ἂν παρ᾽ αὐτοῦ λαβεῖν τὴν δίκην ῥᾷον γοῦν τὸν ἥλιον ἄν τις ἢ τοῦτον ἀσκαρδαμυκτὶ προσέβλεψεν. οὐ μὴν ἀλλὰ καὶ τῶν κολάσεων τὸ πρὸς ὠμότητα καινουργὸν αὐτοῦ τίς ἂν διηγήσασθαι δύναιτο, ὃς γε μηδὲ τῶν οἰκειοτάτων ἀπέσχετο; καὶ ταῦτα ὅτι μὴ ἄλλως κενὴ τίς ἐστι κατ᾽ αὐτοῦ διαβολή, αὐτίκα εἴσῃ προσκαλέσας τοὺς ὑπ᾽ αὐτοῦ πεφονευμένους: μᾶλλον δὲ ἄκλητοι, ὡς ὁρᾷς, πάρεισι καὶ περιστάντες ἄγχουσιν αὐτόν. οὗτοι πάντες, ὦ Ῥαδάμανθυ, πρὸς τοῦ ἀλιτηρίου τεθνᾶσιν, οἱ μὲν γυναικῶν ἕνεκα εὐμόρφων ἐπιβουλευθέντες, οἱ δὲ υἱέων ἀπαγομένων πρὸς ὕβριν ἀγανακτήσαντες, οἱ δὲ ὅτι ἐπλούτουν, οἱ δὲ ὅτι ἦσαν δεξιοὶ καὶ σώφρονες καὶ οὐδαμοῦ ἠρέσκοντο τοῖς δρωμένοις. [p. 52]
Ῥαδάμανθυς
[27] τί πρὸς ταῦτα φής, ὦ μιαρὲ σύ;
Μεγαπένθης
τοὺς μὲν φόνους εἴργασμαι οὓς λέγει, τὰ δ᾽ ἄλλα πάντα, τὰς μοιχείας καὶ τὰς τῶν ἐφήβων ὕβρεις καὶ τὰς διαφθορὰς τῶν παρθένων, ταῦτα πάντα Κυνίσκος μου κατεψεύσατο.
Κυνίσκος
οὐκοῦν καὶ τούτων, ὦ Ῥαδάμανθυ, παρέξω σοι μάρτυρας.
Ῥαδάμανθυς
τίνας τούτους λέγεις;
Κυνίσκος
Προσκάλει μοι, ὦ Ἑρμῆ, τὸν λύχνον αὐτοῦ καὶ τὴν κλίνην μαρτυρήσουσι γὰρ αὐτοὶ παρελθόντες, οἷα πράττοντι συνηπίσταντο αὐτῷ.
Ἑρμῆς
ἡ Κλίνη καὶ ὁ Λύχνος ὁ Μεγαπένθους παρέστων.^ εὖ γε ἐποίησαν ὑπακούσαντες.
Ῥαδάμανθυς
εἴπατε οὖν ὑμεῖς ἃ σύνιστε Μεγαπένθει τούτῳ: πρότερα δὲ σὺ ἡ Κλίνη λέγε.
Κλίνη
πάντα ἀληθῆ κατηγόρησε Κυνίσκος. ἐγὼ μέντοι ταῦτα εἰπεῖν, ὦ δέσποτα Ῥαδάμανθυ, αἰσχύνομαι: τοιαῦτα ἦν ἃ ἐπ᾽ ἐμοῦ διεπράττετο.
Ῥαδάμανθυς
σαφέστατα μὲν οὖν καταμαρτυρεῖς μηδὲ εἰπεῖν αὐτὰ ὑπομένουσα. καὶ σὺ δὲ ὁ Λύχνος ἤδη μαρτύρει. [p. 54]
Λύχνος
ἐγὼ τὰ μεθ᾽ ἡμέραν μὲν οὐκ εἶδον: οὐ γὰρ παρῆν: ἃ δὲ τῶν νυκτῶν ἐποίει καὶ ἔπασχεν, ὀκνῶ λέγειν πλὴν ἀλλὰ ἐθεασάμην γε πολλὰ καὶ ἄρρητα καὶ πᾶσαν ὕβριν ὑπερπεπαικότα. καίτοι πολλάκις ἑκὼν τοὔλαιον οὐκ ἔπινον ἀποσβῆναι θέλων ὁ δὲ καὶ προσῆγέ με τοῖς δρωμένοις καὶ τὸ φῶς μου πάντα τρόπον κατεμίαινεν.
Ῥαδάμανθυς
[28] ἃλις ἤδη τῶν μαρτύρων. ἀλλὰ καὶ ἀπόδυθι τὴν πορφυρίδα, ἵνα τὸν ἀριθμὸν ἴδωμεν τῶν στιγμάτων. παπαί, ὅλος οὗτος πελιδνὸς καὶ κατάγραφος, μᾶλλον δὲ κυάνεός ἐστιν ἀπὸ τῶν στιγμάτων. τίνα ἂν οὖν κολασθείη τρόπον; ἆρ᾽ ἐς τὸν Πυριφλεγέθοντά ἐστιν ἐμβλητέος ἢ παραδοτέος τῷ Κερβέρῳ;
Κυνίσκος
μηδαμῶς: ἀλλ᾽ εἰ θέλεις, ἐγώ σοι καινήν τινα καὶ πρέπουσαν αὐτῷ τιμωρίαν ὑποθήσομαι.
Ῥαδάμανθυς
λέγε, ὡς ἐγώ σοι μεγίστην ἐπὶ τούτω χάριν εἴσομαι.
Κυνίσκος
ἔθος ἐστίν, οἶμαι, τοῖς ἀποθνήσκουσι πᾶσι πίνειν τὸ Λήθης ὕδωρ.
Ῥαδάμανθυς
πάνυ μὲν οὖν.
Κυνίσκος
οὐκοῦν μόνος οὗτος ἐξ ἁπάντων ἄποτος ἔστω.
Ῥαδάμανθυς
διὰ τί δή; [p. 56]
Κυνίσκος
χαλεπὴν οὕτως ὑφέξει τὴν δίκην μεμνημένος οἷος ἦν καὶ ὅσον ἠδύνατο ἐν τοῖς ἄνω, καὶ ἀναπεμπαζόμενος τὴν τρυφήν.
Ῥαδάμανθυς
εὖ λέγεις: καὶ καταδεδικάσθω καὶ παρὰ τὸν Τάνταλον ἀπαχθεὶς οὑτοσὶ δεδέσθω, μεμνημένος ὧν ἔπραξε παρὰ τὸν βίον.